TLG 1911 003 :: DIYLLUS :: Fragmenta

DIYLLUS Hist.
(Atheniensis: 4–3 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 360–361.

Frr. 1–5

Citation: Fragment — (line)

t1-3

ΙΣΤΟΡΙΑΙ.

1

Plutarch. De Herodoti mal. c. 26: (Ἡρόδοτος) τὴν διαβολὴν ... ἔχει κολακεύσας τοὺς Ἀθηναίους ἀργύριον πολὺ λαβεῖν παρ’ αὐτῶν ... Ὅτι μέντοι δέκα τάλαντα δωρεὰν ἔλαβεν ἐξ Ἀθηνῶν,
5Ἀνύτου τὸ ψήφισμα γράψαντος, ἀνὴρ Ἀθηναῖος οὐ τῶν
παρημελημένων ἐν ἱστορίᾳ, Δίυλλος, εἴρηκεν.360

2

(t)

[ΤΡΙΤΗ ΣΥΝΤΑΞΙΣ.]
1 Harpocratio: Ἀριστίων· Ὑπερίδης Κατὰ Δημο‐ σθένους. Οὗτος Σάμιος μέν ἐστιν ἢ Πλαταιεὺς, ὡς Δίυλ‐ λός φησιν, ἐκ μειρακυλλίου δ’ ἑταῖρος Δημοσθένους, ἐπέμφθη δ’ ὑπ’ αὐτοῦ πρὸς
5Ἡφαιστίωνα ἕνεκα διαλλαγῶν, ὥς φησι Μαρσύας ἐν εʹ τῶν Περὶ Ἀλέξανδρον.

3

(t)

E LIBRO NONO.
1 Athenaeus IV: Δίυλλος δ’ ὁ Ἀθηναῖος ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν φησὶν, ὡς Κάσσανδρος ἐκ Βοιωτίας ἐπανιὼν, καὶ θάψας τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἐν Αἰγαῖς, καὶ
5μετ’ αὐτῶν τὴν Κύνναν, τὴν Εὐρυδίκης μητέρα, καὶ τοῖς ἄλλοις τιμήσας, οἷς προσήκει, καὶ μονομαχίας ἀγῶνα ἔθηκεν, εἰς ὃν κατέβησαν τέσσαρες τῶν στρα‐ τιωτῶν.

t4-5

DUBIA.

4

Athenaeus XIII: Δημήτριος δὲ ὁ Φα‐ ληρεὺς, Λαμπιτοῦς τῆς Σαμίας ἑταίρας ἐρασθεὶς, ἡδέως δι’ αὐτὴν καὶ Λαμπιτὼ προσηγορεύετο, ὥς φησι Δίυλλος· ἐκαλεῖτο δὲ καὶ Χαριτοβλέφαρος.

5

Etym. M.: [Κόμανα] παρὰ τὸ κόμη γίνεται θηλυκὸν κομάνη· τὸ οὐδέτερον, κόμανον, καὶ τὰ Κόμανα· λέγεται γὰρ τὸν Ἀγαμέμνονος υἱὸν Ὀρέστην φεύγοντα μετὰ τῆς ἀδελφῆς ἐκεῖσε τὴν κόμην ἀποκεί‐
5ρασθαι. Πόλις Κόμανα Θύιλλις· μεθερμηνεύεται σύ‐
σκια κατὰ τὴν Ἰώνων φωνήν.361